Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
- νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
- τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
- τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
- ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
- ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων,
- ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
- τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
- ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν
- μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
- μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
- ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι
- βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
- ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο·
- ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
- τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
- δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
- ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
- [δωσέμεν, ἅς κʼ ἐθέλῃσθα] μετʼ ἀθανάτοισι θεοῖσι.
- [νεῦσε δέ σοι κούρην ἔτεος π]εριτελλομένοιο
- [τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ]ερόεντα,
- [τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις] ἀθανάτοισιν.
- [ὣς ἄρʼ ἔφη τελέ]εσθαι· ἑῷ δʼ ἐπένευσε κάρητι.
- [ἀλλʼ ἴθι, τέκνον] ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
- ἀ[ζηχὲς μεν]έαινε κελαινεφέι Κρονίωνι.
- α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.