Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὣς ἔφατʼ. οὐδʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ·
  2. αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·
  3. πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
  4. ἔβρισʼ· ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
  5. δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
  6. Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν
  7. δρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
  8. Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
  9. σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
  10. οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
  11. ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
  12. ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων
  13. αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
  14. αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων,
  15. βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
  16. ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
  17. σεμναί τʼ αἰδοῖαι τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι
  18. προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·
  19. αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
  20. Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
  21. ἀλλʼ ἄγʼ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα
  22. καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
  23. πότνια, ἀγλαόδωρʼ, ὡρηφόρε, Δηοῖ ἄνασσα,
  24. αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια·
  25. πρόφρονες ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε.
  26. αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.