Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
  2. καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
  3. Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
  4. Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε
  5. καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
  6. καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ
  7. Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
  8. παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα,
  9. μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
  10. καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
  11. νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών.
  12. αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε
  13. χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων·
  14. βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
  15. πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
  16. ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.
  17. ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
  18. πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
  19. ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
  20. γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
  21. τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·
  22. πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
  23. ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα.
  24. ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
  25. Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
  26. ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς