Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς,
  2. καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν·
  3. νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο
  4. αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
  5. καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
  6. ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
  7. ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
  8. παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
  9. νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
  10. τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
  11. ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
  12. ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
  13. παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
  14. αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα.
  15. εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
  16. ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.
  17. ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ
  18. τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
  19. Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
  20. ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
  21. εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
  22. ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
  23. γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
  24. ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
  25. σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
  26. λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
  27. αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·
  28. βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,
  29. δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
  30. μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
  31. τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
  32. κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα
  33. παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
  34. ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι
  35. μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
  36. ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
  37. ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός·
  38. χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
  39. αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
  40. δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν
  41. εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
  42. ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
  43. αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
  44. ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
  45. ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
  46. οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
  47. τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος.
  48. αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
  49. βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
  50. ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
  51. μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.