Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
  2. ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
  3. τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
  4. πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
  5. πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ
  6. δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
  7. ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·
  8. δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
  9. ---τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
  10. χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων
  11. ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
  12. καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
  13. ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  14. τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
  15. νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ.
  16. παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
  17. ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
  18. εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
  19. ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
  20. ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
  21. τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
  22. καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·
  23. παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
  24. θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
  25. οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
  26. οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
  27. οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
  28. ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
  29. χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
  30. ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
  31. Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
  32. ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος,
  33. οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς]
  34. [ἠματίη μὲν γὰρ καλλιστέφανος] Δημήτηρ
  35. χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
  36. ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
  37. νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
  38. λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο,
  39. ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.
  40. καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε,
  41. εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
  42. νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
  43. σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
  44. δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
  45. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  46. τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
  47. κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
  48. ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων.
  49. τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
  50. παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
  51. χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,