Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
- ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα
- σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
- πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
- πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
- καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
- λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν
- καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας,
- εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.
- Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
- Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
- ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
- πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
- ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
- εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
- ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
- ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
- ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός.
- αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
- πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
- κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
- τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι.
- ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
- θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους.
- οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο
- πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
- πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
- εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,
- ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
- ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
- ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
- ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
- Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης
- ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
- τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
- ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
- πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ
- ἔργοις θεῶν μακάρων [δεινὴν] μητίσετο βουλήν.
- ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
- Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
- Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
- ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
- ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
- ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
- φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
- σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
- ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
- μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ