Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
  2. ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος,
  3. οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος [γάλα μητρὸς]
  4. [ἠματίη μὲν γὰρ καλλιστέφανος] Δημήτηρ
  5. χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
  6. ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
  7. νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
  8. λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο,
  9. ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.
  10. καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε,
  11. εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
  12. νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
  13. σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
  14. δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
  15. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  16. τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
  17. κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
  18. ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων.