Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
  2. τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
  3. νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ.
  4. παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
  5. ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
  6. εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
  7. ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
  8. ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
  9. τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
  10. καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·
  11. παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
  12. θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
  13. οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
  14. οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
  15. οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
  16. ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
  17. χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
  18. ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν