Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
- ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
- καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
- τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
- τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
- εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
- ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
- εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
- ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
- εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ
- ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
- τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
- ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
- εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
- ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
- ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
- ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
- πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
- ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
- ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα
- ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.
- αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
- ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
- ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
- ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
- ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
- τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
- κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
- ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ
- στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
- κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
- αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο,
- βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
- ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
- παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν
- ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
- κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
- τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
- εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
- ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
- ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
- ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα,
- πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα
- πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας.
- ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
- δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου,
- οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
- ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
- ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
- πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα
- πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν,