Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·
- ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
- ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
- ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει
- ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.
- τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα
- λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας
- κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς
- σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
- σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας
- παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων
- ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
- Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
- αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·
- Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
- αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,
- Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
- αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,
- πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
- τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·