Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν
  2. ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
  3. ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
  4. πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
  5. καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·
  6. ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
  7. ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
  8. Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
  9. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  10. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  11. εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε
  12. ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
  13. νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·
  14. ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
  15. ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
  16. οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
  17. σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.
  18. ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
  19. πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
  20. βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·