ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες ἌρηοςΖεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσενἼλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύειδυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηναἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαιμὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶνἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαιἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τεὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν