Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
- κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·
- οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·
- βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
- Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·
- τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
- κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
- ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ
- εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·
- εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
- οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
- ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
- νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
- ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·
- θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
- πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
- Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
- ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
- Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται