Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·
- τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
- Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
- μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν
- πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
- αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,
- Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
- χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
- πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
- ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
- ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.
- αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
- αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
- μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
- δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
- καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
- σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
- αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
- μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
- ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.