Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
  2. ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
  3. μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
  4. ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.
  5. ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα
  6. ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,
  7. προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει
  8. παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.
  9. ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
  10. κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
  11. ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
  12. εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
  13. αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  14. πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
  15. κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
  16. Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
  17. αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
  18. ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
  19. αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
  20. ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.