Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
- δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
- Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
- μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν
- ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.
- ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
- λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
- ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
- ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
- αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
- κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·
- οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
- οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
- θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
- αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
- τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
- πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·