ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλοντοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτοςχερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρηςἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειταΤρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸνεἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφινἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·