Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
  2. ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
  3. Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
  4. ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.
  5. τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
  6. πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
  7. τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
  8. εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
  9. ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
  10. ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
  11. ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·
  12. οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
  13. κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
  14. ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
  15. εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
  16. γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
  17. ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.
  18. γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
  19. ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
  20. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·