Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
- ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
- αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
- ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες
- σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,
- μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
- τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
- ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
- νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
- πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
- ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν
- σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
- αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος
- εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.
- Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
- ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
- τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
- νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·
- πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
- γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.