βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτεςὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺςὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴνὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.