ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιοἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαιχειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸςἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺςἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπηςαἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμενἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντεςμάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶνἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺςἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβαςκαλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸςσμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,