Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν,
  2. ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον,
  3. κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις,
  4. ἄτην δὲ τοῖς πέμψασιν, οἵ μʼ ἀπήλασαν·
  5. σημεῖα δʼ ἥξειν τῶνδέ μοι παρηγγύα,
  6. ἢ σεισμὸν ἢ βροντήν τινʼ ἢ Διὸς σέλας,
  7. ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν
  8. οὐκ ἔσθʼ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν
  9. ἐξήγαγʼ εἰς τόδʼ ἄλσος· οὐ γὰρ ἄν ποτε
  10. πρώταισιν ὑμῖν ἀντέκυρσʼ ὁδοιπορῶν,
  11. νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην
  12. βάθρον τόδʼ ἀσκέπαρνον. ἀλλά μοι, θεαί,
  13. βίου κατʼ ὀμφὰς τὰς Ἀπόλλωνος δότε
  14. πέρασιν ἤδη καὶ καταστροφήν τινα,
  15. εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ