Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οἶσθʼ, ὦ ξένʼ, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἰ
- γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος,
- αὐτοῦ μένʼ οὗπερ κἀφάνης, ἕως ἐγὼ
- τοῖς ἐνθάδʼ αὐτοῦ μὴ κατʼ ἄστυ δημόταις
- λέξω τάδʼ ἐλθών· οἵδε γὰρ κρινοῦσί σοι
- εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν.
- ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος;
- βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ,
- ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας.
- ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας
- πρώτων ἐφʼ ὑμῶν τῆσδε γῆς ἔκαμψʼ ἐγώ,
- Φοίβῳ τε κἀμοὶ μὴ γένησθʼ ἀγνώμονες,
- ὅς μοι, τὰ πόλλʼ ἐκεῖνʼ ὅτʼ ἐξέχρη κακά,
- ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ,
- ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν