Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν.
  2. ἴτʼ, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου,
  3. ἴτʼ, ὦ μεγίστης Παλλάδος καλούμεναι
  4. πασῶν Ἀθῆναι τιμιωτάτη πόλις,
  5. οἰκτίρατʼ ἀνδρὸς Οἰδίπου τόδʼ ἄθλιον
  6. εἴδωλον· οὐ γὰρ δὴ τόδʼ ἀρχαῖον δέμας.
Ἀντιγόνη
  1. σίγα· πορεύονται γὰρ οἵδε δή τινες
  2. χρόνῳ παλαιοί, σῆς ἕδρας ἐπίσκοποι.
Οἰδίπους
  1. σιγήσομαί τε καὶ σύ μʼ ἐξ ὁδοῦ πόδα
  2. κρύψον κατʼ ἄλσος, τῶνδʼ ἕως ἂν ἐκμάθω
  3. τίνας λόγους ἐροῦσιν· ἐν γὰρ τῷ μαθεῖν
  4. ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.
Χορός
  1. ὅρα. τίς ἄρʼ ἦν; ποῦ ναίει;
  2. ποῦ κυρεῖ ἐκτόπιος συθεὶς ὁ πάντων
  3. ὁ πάντων ἀκορέστατος;