Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀρχηγὸν εἶναι καὶ φέρουσι τοὔνομα
  2. τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.
  3. τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὦ ξένʼ, οὐ λόγοις
  4. τιμώμενʼ, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.
Οἰδίπους
  1. ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;
Ξένος
  1. καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γʼ ἐπώνυμοι.
Οἰδίπους
  1. ἄρχει τις αὐτῶν ἢ ʼπὶ τῷ πλήθει λόγος;
Ξένος
  1. ἐκ τοῦ κατʼ ἄστυ βασιλέως τάδʼ ἄρχεται.
Οἰδίπους
  1. οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ;
Ξένος
  1. Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.
Οἰδίπους
  1. ἆρʼ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι;
Ξένος
  1. ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν;
Οἰδίπους
  1. ὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα.
Ξένος
  1. καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις;
Οἰδίπους
  1. ὅσʼ ἂν λέγωμεν πάνθʼ ὁρῶντα λέξομεν.