Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἄλλον δʼ αἶνον ἔχω ματροπόλει τᾷδε κράτιστον
- δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν, χθονὸς αὔχημα μέγιστον,
- εὔιππον, εὔπωλον, εὐθάλασσον.
- ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς
- τόδʼ εἷσας αὔχημʼ, ἄναξ Ποσειδάν,
- ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν
- πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς.
- ἁ δʼ εὐήρετμος ἔκπαγλʼ ἁλία χερσὶ παραπτομένα πλάτα
- θρῴσκει, τῶν ἑκατομπόδων
- Νηρῄδων ἀκόλουθος.
- ὦ πλεῖστʼ ἐπαίνοις εὐλογούμενον πέδον,
- νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.
- τί δʼ ἔστιν, ὦ παῖ, καινόν;
- ἆσσον ἔρχεται
- Κρέων ὅδʼ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ.