Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ
  2. φαίνοιτʼ ἂν ἤδη τέρμα τῆς σωτηρίας.
Χορός
  1. θάρσει, παρέσται· καὶ γὰρ εἰ γέρων ἐγώ,
  2. τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.
Κρέων
  1. ἄνδρες χθονὸς τῆσδʼ εὐγενεῖς οἰκήτορες,
  2. ὁρῶ τινʼ ὑμᾶς ὀμμάτων εἰληφότας
  3. φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου,
  4. ὃν μήτʼ ὀκνεῖτε μήτʼ ἀφῆτʼ ἔπος κακόν.
  5. ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ
  6. γέρων μέν εἰμι, πρὸς πόλιν δʼ ἐπίσταμαι
  7. σθένουσαν ἥκων, εἴ τινʼ Ἑλλάδος, μέγα.
  8. ἀλλʼ ἄνδρα τόνδε τηλικόσδʼ ἀπεστάλην
  9. πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον,
  10. οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλʼ ἀνδρῶν ὑπὸ
  11. πάντων κελευσθείς, οὕνεχʼ ἧκέ μοι γένει