Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὠκυτόκος πεδίων ἐπινίσσεται
  2. ἀκηράτῳ σὺν ὄμβρῳ
  3. στερνούχου χθονός· οὐδὲ Μουσᾶν
  4. χοροί νιν ἀπεστύγησαν οὐδʼ ἁ
Χορός
  1. χρυσάνιος Ἀφροδίτα.
  2. ἔστιν δʼ οἷον ἐγὼ γᾶς Ἀσίας οὐκ ἐπακούω
  3. οὐδʼ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ Πέλοπος πώποτε βλαστὸν
  4. φύτευμʼ ἀχείρωτον αὐτόποιον,
  5. ἐγχέων φόβημα δαΐων,
  6. ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ,
  7. γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας·
  8. τὸ μέν τις οὐ νεαρὸς οὐδὲ γήρᾳ
  9. συνναίων ἁλιώσει χερὶ πέρσας· ὁ γὰρ αἰὲν ὁρῶν κύκλος
  10. λεύσσει νιν μορίου Διὸς
  11. χἀ γλαυκῶπις Ἀθάνα.