Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τὸν οἰνωπὸν ἔχουσα κισσὸν
  2. καὶ τὰν ἄβατον θεοῦ
  3. φυλλάδα μυριόκαρπον ἀνήλιον
  4. ἀνήνεμόν τε πάντων
  5. χειμώνων· ἵνʼ ὁ βακχιώτας
  6. ἀεὶ Διόνυσος ἐμβατεύει
  7. θεαῖς ἀμφιπολῶν τιθήναις.
Χορός
  1. θάλλει δʼ οὐρανίας ὑπʼ ἄχνας
  2. ὁ καλλίβοτρυς κατʼ ἦμαρ ἀεὶ
  3. νάρκισσος, μεγάλαιν θεαῖν
  4. ἀρχαῖον στεφάνωμʼ, ὅ τε
  5. χρυσαυγὴς κρόκος· οὐδʼ ἄϋπνοι
  6. κρῆναι μινύθουσιν
  7. Κηφισοῦ νομάδες ῥεέθρων,
  8. ἀλλʼ αἰὲν ἐπʼ ἤματι