Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τῷ μὴ δύνασθαι μήδʼ ὁρᾶν, δυοῖν κακοῖν·
- σφῷν δʼ ἁτέρα μολοῦσα πραξάτω τάδε.
- ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν
- ψυχὴν τάδʼ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.
- ἀλλʼ ἐν τάχει τι πράσσετον· μόνον δέ με
- μὴ λείπετʼ· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας
- ἔρημον ἕρπειν οὐδʼ ὑφηγητοῦ δίχα.
- ἀλλʼ εἶμʼ ἐγὼ τελοῦσα· τὸν τόπον δʼ ἵνα
- χρῆσταί μʼ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.
- τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδʼ· ἢν δέ του
- σπάνιν τινʼ ἴσχῃς, ἔστʼ ἔποικος ὃς φράσει.
- χωροῖμʼ ἂν ἐς τόδʼ· Ἀντιγόνη, σὺ δʼ ἐνθάδε
- φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ
- οὐδʼ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.
- δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν·