Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ.
- ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;
- τρὶς ἐννέʼ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν
- τιθεὶς ἐλαίας τάσδʼ ἐπεύχεσθαι λιτάς.
- τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ.
- ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν
- στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον,
- αἰτοῦ σύ τʼ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,
- ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν·
- ἔπειτʼ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοι
- δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ·
- ἄλλως δὲ δειμαίνοιμʼ ἄν, ὦ ξένʼ, ἀμφὶ σοι.
- ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;
- ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.
- ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν