Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὅμως δʼ ἔραμαι πυθέσθαι
Οἰδίπους
  1. τί τοῦτο;
Χορός
  1. τᾶς δειλαίας ἀπόρου φανείσας
  2. ἀλγηδόνος, ᾇ ξυνέστας.
Οἰδίπους
  1. μὴ πρὸς ξενίας ἀνοίξῃς
  2. τᾶς σᾶς ἃ πέπονθʼ ἀναιδῆ.
Χορός
  1. τό τοι πολὺ καὶ μηδαμὰ λῆγον
  2. χρῄζω, ξεῖνʼ, ὀρθὸν ἄκουσμʼ ἀκοῦσαι.
Οἰδίπους
  1. ὤμοι.
Χορός
  1. στέρξον, ἱκετεύω.
Οἰδίπους
  1. φεῦ φεῦ.
Χορός
  1. πείθου· κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις.
Οἰδίπους
  1. ἤνεγκʼ οὖν κακότατʼ, ὦ ξένοι, ἤνεγκʼ ἀέκων μέν,
  2. θεὸς ἴστω,
  3. τούτων δʼ αὐθαίρετον οὐδέν.