Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀλλʼ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην
- ἔριν κατασβέσειαν, ἔν τʼ ἐμοὶ τέλος
- αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι,
- ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ·
- ὡς οὔτʼ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει
- μείνειεν οὔτʼ ἂν οὑξεληλυθὼς πάλιν
- ἔλθοι ποτʼ αὖθις· οἵ γε τὸν φύσαντʼ ἐμὲ
- οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον
- οὐκ ἔσχον οὐδʼ ἤμυναν, ἀλλʼ ἀνάστατος
- αὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς.
- εἴποις ἂν ὡς θέλοντι τοῦτʼ ἐμοὶ τότε
- πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν.
- οὐ δῆτʼ, ἐπεί τοι τὴν μὲν αὐτίχʼ ἡμέραν,
- ὁπηνίκʼ ἔζει θυμός, ἥδιστον δέ μοι
- τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις,