Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;
Ἰσμήνη
  1. ἀλλʼ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σʼ, ὦ πάτερ.
Οἰδίπους
  1. οὐκ ἆρʼ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.
Ἰσμήνη
  1. ἔσται ποτʼ ἆρα τοῦτο Καδμείοις βάρος.
Οἰδίπους
  1. ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς;
Ἰσμήνη
  1. τῆς σῆς ὑπʼ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.
Οἰδίπους
  1. ἃ δʼ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον;
Ἰσμήνη
  1. ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφʼ ἑστίας.
Οἰδίπους
  1. καὶ ταῦτʼ ἐφʼ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;
Ἰσμήνη
  1. ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον.
Οἰδίπους
  1. παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;
Ἰσμήνη
  1. ἄμφω γʼ ὁμοίως, κἀξεπίστασθον καλῶς.
Οἰδίπους
  1. κᾆθʼ οἱ κάκιστοι τῶνδʼ ἀκούσαντες, πάρος
  2. τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα;
Ἰσμήνη
  1. ἀλγῶ κλύουσα ταῦτʼ ἐγώ, φέρω δʼ ὅμως.