Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὐδεὶς ἔρωτʼ ἐς τόνδʼ ἐφαίνετʼ ὠφελῶν·
- χρόνῳ δʼ, ὅτʼ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων,
- κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι
- μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων,
- τὸ τηνίκʼ ἤδη τοῦτο μὲν πόλις βίᾳ
- ἤλαυνέ μʼ ἐκ γῆς χρόνιον, οἱ δʼ ἐπωφελεῖν,
- οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν
- οὐκ ἠθέλησαν, ἀλλʼ ἔπους σμικροῦ χάριν
- φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.
- ἐκ ταῖνδε δʼ, οὔσαιν παρθένοιν, ὅσον φύσις
- δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου
- καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν·
- τὼ δʼ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους
- καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.
- ἀλλʼ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου,