Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. τίς δʼ ἂν τοιοῦδʼ ὑπʼ ἀνδρὸς εὖ πράξειεν ἄν;
Ἰσμήνη
  1. ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.
Οἰδίπους
  1. ὅτʼ οὐκέτʼ εἰμί, τηνικαῦτʼ ἄρʼ εἴμʼ ἀνήρ;
Ἰσμήνη
  1. νῦν γὰρ θεοί σʼ ὀρθοῦσι, πρόσθε δʼ ὤλλυσαν.
Οἰδίπους
  1. γέροντα δʼ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ.
Ἰσμήνη
  1. καὶ μὴν Κρέοντά γʼ ἴσθι σοι τούτων χάριν
  2. ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου.
Οἰδίπους
  1. ὅπως τί δράσῃ, θύγατερ; ἑρμήνευέ μοι.
Ἰσμήνη
  1. ὥς σʼ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως
  2. κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ʼμβαίνῃς ὅρων.
Οἰδίπους
  1. ἡ δʼ ὠφέλησις τίς θύρασι κειμένου;
Ἰσμήνη
  1. κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς.
Οἰδίπους
  1. κἄνευ θεοῦ τις τοῦτό γʼ ἂν γνώμῃ μάθοι.
Ἰσμήνη
  1. τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας
  2. χώρας θέλουσι, μηδʼ ἵνʼ ἂν σαυτοῦ κρατοῖς.