Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἀποστερίσκει, κἀξελήλακεν πάτρας.
- ὁ δʼ, ὡς καθʼ ἡμᾶς ἔσθʼ ὁ πληθύων λόγος,
- τὸ κοῖλον Ἄργος βὰς φυγὰς προσλαμβάνει
- κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους
- ὡς αὐτίκʼ Ἄργος ἢ τὸ Καδμείων πέδον
- τιμῇ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν.
- ταῦτʼ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων,
- ἀλλʼ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅπου θεοὶ
- πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.
- ἤδη γὰρ ἔσχες ἐλπίδʼ ὡς ἐμοῦ θεοὺς
- ὤραν τινʼ ἕξειν, ὥστε σωθῆναί ποτε;
- ἔγωγε τοῖς νὺν γʼ, ὦ πάτερ, μαντεύμασιν.
- ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον;
- σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ
- θανόντʼ ἔσεσθαι ζῶντά τʼ εὐσοίας χάριν.