Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἐγὼ τὰ μὲν παθήμαθʼ ἅπαθον, πάτερ,
- ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,
- παρεῖσʼ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι
- πονοῦσά τʼ ἀλγεῖν καὶ λέγουσʼ αὖθις πάλιν.
- ἃ δʼ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ
- νῦν ἐστι, ταῦτα σημανοῦσʼ ἐλήλυθα.
- πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως Κρέοντί τε
- θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν,
- λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν,
- οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον·
- νῦν δʼ ἐκ θεῶν του κἀλιτηρίου φρενὸς
- εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή,
- ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ.
- χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς
- τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων