Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε
  2. σῶμʼ οὐδὲ τἄργα τἄμʼ· ἐπεὶ τά γʼ ἔργα μου
  3. πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα,
  4. εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,
  5. ὧν οὕνεκʼ ἐκφοβεῖ με· τοῦτʼ ἐγὼ καλῶς
  6. ἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν,
  7. ὅστις παθὼν μὲν ἀντέδρων, ὥστʼ εἰ φρονῶν
  8. ἔπρασσον, οὐδʼ ἂν ὧδʼ ἐγιγνόμην κακός;
  9. νῦν δʼ οὐδὲν εἰδὼς ἱκόμην ἵνʼ ἱκόμην,
  10. ὑφʼ ὧν δʼ ἔπασχον, εἰδότων ἀπωλλύμην.
  11. ἀνθʼ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι,
  12. ὥσπερ με κἀνεστήσαθʼ, ὧδε σώσατε,
  13. καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς
  14. μοίρας ποιεῖσθε μηδαμῶς· ἡγεῖσθε δὲ
  15. βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,