Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός·
- οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν,
- εἰ θεὸς ἄγοι,
- ἐκφυγεῖν δύναιτο.
- ἀλλʼ ἴσθι, τέκνον Οἰδίπου, σέ τʼ ἐξ ἴσου
- οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν·
- τὰ δʼ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν
- φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.
- τί δῆτα δόξης ἢ τί κληδόνος καλῆς
- μάτην ῥεούσης ὠφέλημα γίγνεται,
- εἰ τάς γʼ Ἀθήνας φασὶ θεοσεβεστάτας
- εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον
- σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν;
- κἄμοιγε ποῦ τοῦτʼ ἐστίν, οἵτινες βάθρων
- ἐκ τῶνδέ μʼ ἐξάραντες εἶτʼ ἐλαύνετε,