Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ του
  2. μήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν.
  3. ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας
  4. ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν,
  5. ἀλλʼ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,
  6. ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα
  7. τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς,
  8. ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων
  9. ὄνησιν ἀστοῖς τοῖσδʼ· ὅταν δʼ ὁ κύριος
  10. παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,
  11. τότʼ εἰσακούων πάντʼ ἐπιστήσει· τὰ δὲ
  12. μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.
Χορός
  1. ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα
  2. πολλή ʼστʼ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ
  3. οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς