Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- χῶρος δʼ ὅδʼ ἱερός, ὡς ἀπεικάσαι, βρύων
- δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δʼ
- εἴσω κατʼ αὐτὸν εὐστομοῦσʼ ἀηδόνες·
- οὗ κῶλα κάμψον τοῦδʼ ἐπʼ ἀξέστου πέτρου·
- μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν.
- κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.
- χρόνου μὲν οὕνεκʼ οὐ μαθεῖν με δεῖ τόδε.
- ἔχεις διδάξαι δή μʼ ὅποι καθέσταμεν;
- τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.
- πᾶς γάρ τις ηὔδα τοῦτό γʼ ἡμὶν ἐμπόρων.
- ἀλλʼ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι;
- ναί, τέκνον, εἴπερ ἐστί γʼ ἐξοικήσιμος.
- ἀλλʼ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖν
- οὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ.
- ἦ δεῦρο προσστείχοντα κἀξορμώμενον;