Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- καὶ δὴ μὲν οὖν παρόντα· χὤ τί σοι λέγειν
- εὔκαιρόν ἐστιν, ἔννεφʼ, ὡς ἀνὴρ ὅδε.
- ὦ ξεῖνʼ, ἀκούων τῆσδε τῆς ὑπέρ τʼ ἐμοῦ
- αὑτῆς θʼ ὁρώσης, οὕνεχʼ ἡμὶν αἴσιος
- σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι—
- πρὶν νῦν τὰ πλείονʼ ἱστορεῖν, ἐκ τῆσδʼ ἕδρας
- ἔξελθʼ· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.
- τίς δʼ ἔσθʼ ὁ χῶρος; τοῦ θεῶν νομίζεται;
- ἄθικτος οὐδʼ οἰκητός· αἱ γὰρ ἔμφοβοι
- θεαί σφʼ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι.
- τίνων τὸ σεμνὸν ὄνομʼ ἂν εὐξαίμην κλύων;
- τὰς πάνθʼ ὁρώσας Εὐμενίδας ὅ γʼ ἐνθάδʼ ἂν
- εἴποι λεώς νιν· ἄλλα δʼ ἀλλαχοῦ καλά.
- ἀλλʼ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο·
- ὡς οὐχ ἕδρας γῆς τῆσδʼ ἂν ἐξέλθοιμʼ ἔτι.