Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας
- χώρους ἀφίγμεθʼ ἢ τίνων ἀνδρῶν πόλιν;
- τίς τὸν πλανήτην Οἰδίπουν καθʼ ἡμέραν
- τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν;
- σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δʼ ἔτι
- μεῖον φέροντα, καὶ τόδʼ ἐξαρκοῦν ἐμοί·
- στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν
- μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον.
- ἀλλʼ, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις
- ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν,
- στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα
- ὅπου ποτʼ ἐσμέν· μανθάνειν γὰρ ἥκομεν
- ξένοι πρὸς ἀστῶν, ἃν δʼ ἀκούσωμεν τελεῖν.
- πάτερ ταλαίπωρʼ Οἰδίπους, πύργοι μέν, οἳ
- πόλιν στέγουσιν, ὡς ἀπʼ ὀμμάτων, πρόσω·