Oedipus at Colonus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- προσδέρκου λεῦσσέ νιν,
- προσπεύθου πανταχῇ.
- πλανάτας πλανάτας τις ὁ πρέσβυς οὐδʼ
- ἔγχωρος· προσέβα γὰρ οὐκ
- ἄν ποτʼ ἀστιβὲς ἄλσος ἐς
- τᾶνδʼ ἀμαιμακετᾶν κορᾶν,
- ἃς τρέμομεν λέγειν
- καὶ παραμειβόμεσθʼ ἀδέρκτως,
- ἀφώνως, ἀλόγως τὸ τᾶς.
- εὐφάμου στόμα φροντίδος
- ἱέντες, τὰ δὲ νῦν τινʼ ἥκειν
- λόγος οὐδὲν ἅζονθʼ,
- ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω
- δύναμαι τέμενος
- γνῶναι ποῦ μοί ποτε ναίει.