Oedipus at Colonus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὅδʼ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ,
  2. τὸ φατιζόμενον.
Χορός
  1. ἰὼ ἰώ,
  2. δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν.
Οἰδίπους
  1. μή μʼ, ἱκετεύω, προσίδητʼ ἄνομον.
Χορός
  1. Ζεῦ ἀλεξῆτορ, τίς ποθʼ ὁ πρέσβυς;
Οἰδίπους
  1. οὐ πάνυ μοίρας εὐδαιμονίσαι
  2. πρώτης, ὦ τῆσδʼ ἔφοροι χώρας.
  3. δηλῶ δʼ· οὐ γὰρ ἂν ὧδʼ ἀλλοτρίοις
  4. ὄμμασιν εἷρπον
  5. κἀπὶ σμικροῖς μέγας ὥρμουν.
Χορός
  1. ἐή, ἀλαῶν ὀμμάτων
  2. ἆρα καὶ ἦσθα φυτάλμιος; δυσαίων
  3. μακραίων γʼ, ὅσʼ ἐπεικάσαι.
  4. ἀλλʼ οὐ μὰν ἔν γʼ ἐμοὶ