Ajax
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- τὰ δʼ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου.
- καιρὸν δʼ ἐφήκεις· πάντα γὰρ τά τʼ οὖν πάρος
- τά τʼ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
- ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
- τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
- ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
- ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
- καὶ πρὸς τί δυσλόγιστον ὧδʼ ᾖξεν χέρα;
- χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.
- τί δῆτα ποίμναις τήνδʼ ἐπεμπίπτει βάσιν;
- δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.
- ἦ καὶ τὸ βούλευμʼ ὡς ἐπʼ Ἀργείοις τόδʼ ἦν;
- κἂν ἐξεπράξατʼ, εἰ κατημέλησʼ ἐγώ.
- ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;
- νύκτωρ ἐφʼ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
- ἦ καὶ παρέστη κἀπὶ τέρμʼ ἀφίκετο;