Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
  2. καὶ νῦν ἐπέγνως εὖ μʼ ἐπʼ ἀνδρὶ δυσμενεῖ
  3. βάσιν κυκλοῦντʼ, Αἴαντι τῷ σακεσφόρῳ·
  4. κεῖνον γάρ, οὐδένʼ ἄλλον, ἰχνεύω πάλαι.
  5. νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
  6. ἔχει περάνας, εἴπερ εἴργασται τάδε·
  7. ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλʼ ἀλώμεθα·
  8. κἀγὼ ʼθελοντὴς τῷδʼ ὑπεζύγην πόνῳ.
  9. ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
  10. λείας ἁπάσας καὶ κατηναρισμένας
  11. ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
  12. τήνδʼ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
  13. καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
  14. πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει
  15. φράζει τε κἀδήλωσεν· εὐθέως δʼ ἐγὼ
  16. κατʼ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι,