Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. καὶ δὴ ʼπὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
Ὀδυσσεύς
  1. καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
Ἀθήνα
  1. ἐγώ σφʼ ἀπείργω, δυσφόρους ἐπʼ ὄμμασι
  2. γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,
  3. καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε
  4. λείας ἄδαστα βουκόλων φρουρήματα·
  5. ἔνθʼ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον
  6. κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθʼ ὅτε
  7. δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
  8. ὅτʼ ἄλλοτʼ ἄλλον ἐμπίτνων στρατηλατῶν.
  9. ἐγὼ δὲ φοιτῶντʼ ἄνδρα μανιάσιν νόσοις
  10. ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.
  11. κἄπειτʼ ἐπειδὴ τοῦδʼ ἐλώφησεν πόνου,
  12. τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
  13. ποίμνας τε πάσας εἰς δόμους κομίζεται,
  14. ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων,