Ajax

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. στηρίζει ποτὲ τᾷδʼ ἀγωνίῳ σχολᾷ
  2. ἄταν οὐρανίαν φλέγων.
  3. ἐχθρῶν δʼ ὕβρις ὧδʼ ἀτάρβητα
  4. ὁρμᾶται ἐν εὐανέμοις βάσσαις,
  5. πάντων καγχαζόντων
  6. γλώσσαις βαρυάλγητα·
  7. ἐμοὶ δʼ ἄχος ἕστακεν.
Τέκμησσα
  1. ναὸς ἀρωγοὶ τῆς Αἴαντος,
  2. γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδῶν,
  3. ἔχομεν στοναχὰς οἱ κηδόμενοι
  4. τοῦ Τελαμῶνος τηλόθεν οἴκου.
  5. νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς
  6. Αἴας θολερῷ
  7. κεῖται χειμῶνι νοσήσας.
Χορός
  1. τί δʼ ἐνήλλακται τῆς ἡμερίας
  2. νὺξ ἥδε βάρος;